Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.3 Dem. 20.6 (English) >>Dem. 20.10

20.5εἰ τοίνυν τις ἐάσας ταῦτʼ αὐτὸ καθʼ αὕτʼ ἐξετάσειεν, πότερόν ποτε λυσιτελέστερόν ἐστι κυρίους μὲν ὑμᾶς εἶναι τῆς δωρειᾶς, ἐξαπατηθέντας δέ τι καὶ φαύλῳ τινὶ δοῦναι, διὰ τοῦ παντελῶς ἀκύρους γενέσθαι μηδʼ ἂν ἄξιόν τινʼ εἰδῆτʼ ἐξεῖναι τιμῆσαι, εὕροιτʼ ἂν μᾶλλον ἐκεῖνο λυσιτελοῦν. διὰ τί; ὅτι ἐκ μὲν τοῦ πλείονας προσήκει τιμᾶν πολλοὺς εὖ ποιεῖν προκαλεῖσθʼ ὑμᾶς, ἐκ δὲ τοῦ μηδενὶ μηδέν, μηδʼ ἂν ἄξιος , διδόναι, πάντας ἀπείρξετε τοῦ φιλοτιμεῖσθαι. 20.6πρὸς δὲ τούτῳ καὶ διʼ ἐκεῖνο, ὅτι οἱ μὲν ἀνάξιόν τινα τιμήσαντες εὐηθείας τινὰ δόξαν ἔχοιεν ἄν, οἱ δὲ τοὺς ἀγαθόν τι ποιοῦντας ἑαυτοὺς μὴ τοῖς ὁμοίοις ἀμειβόμενοι, κακίας. ὅσῳ δὴ κρεῖττον εὐήθη δοκεῖν πονηρὸν εἶναι, τοσούτῳ λῦσαι τὸν νόμον κάλλιον θέσθαι.

20.7οὐ τοίνυν ἔμοιγʼ οὐδʼ ἐκεῖνʼ εὔλογον, ἄνδρες Ἀθηναῖοι, σκοπουμένῳ φαίνεται, καταμεμφόμενόν τινας ἐπὶ ταῖς ὑπαρχούσαις δωρειαῖς τοὺς χρησίμους ὄντας τῶν τιμῶν ἀποστερεῖν. εἰ γὰρ ὑπαρχουσῶν τούτων φαῦλοι καὶ ἀνάξιοί τινες κατὰ τὸν τούτων λόγον εἰσίν, τί χρὴ προσδοκᾶν ἔσεσθαι τότε, ὅταν παντελῶς μηδὲ πλέον μέλλῃ μηδὲν εἶναι τοῖς χρηστοῖς οὖσιν;

20.8ἔτι τοίνυν ὑμᾶς κἀκεῖνʼ ἐνθυμεῖσθαι δεῖ, ὅτι ἐκ τῶν νῦν ὑπαρχόντων νόμων καὶ πάλαι κυρίων, οὓς οὐδʼ ἂν αὐτὸς οὗτος ἀντείποι μὴ οὐχὶ καλῶς ἔχειν, ἐνιαυτὸν διαλιπὼν ἕκαστος λῃτουργεῖ, ὥστε τὸν ἥμισύν ἐστʼ ἀτελὴς τοῦ χρόνου. εἶθʼ ἧς πᾶσι μέτεστι τὸ ἥμισυ καὶ τοῖς μηδʼ ὁτιοῦν ἀγαθὸν πεποιηκόσιν ὑμᾶς, ταύτης τοὺς εὖ ποιήσαντας, προστεθείκαμεν αὐτοῖς, τοῦτʼ ἀφελώμεθα; μηδαμῶς· οὔτε γὰρ ἄλλως καλὸν οὔθʼ ὑμῖν πρέπον.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.3 Dem. 20.6 (English) >>Dem. 20.10

Powered by PhiloLogic